B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Eukleides
floruit ca. 300 a. Chr. n.
     
   


Σ τ ο ι χ ε ῖ α

Β ι β λ ί ο ν  αʹ
Π ρ ο β λ ή μ α τ α   κ α ὶ
Θ ε ω ρ ή μ α τ α


__________________________________________________


     θʹ   Π ρ ό β λ η μ α
     Τὴν δοθεῖσαν γωνίαν εὐθύγραμμον δίχα τεμεῖν.



     Ἔστω ἡ δοθεῖσα γωνία εὐθύγραμμος ἡ ὑπὸ ΒΑΓ. δεῖ δὴ αὐτὴν δίχα τεμεῖν. 
     Εἰλήφθω ἐπὶ τῆς ΑΒ τυχὸν σημεῖον τὸ Δ, καὶ ἀφηιρήσθω ἀπὸ τῆς ΑΓ τῆι ΑΔ ἴση ἡ ΑΕ, καὶ ἐπεζεύχθω ἡ ΔΕ, καὶ συνεστάτω ἐπὶ τῆς ΔΕ τρίγωνον ἰσόπλευρον τὸ ΔΕΖ, καὶ ἐπεζεύχθω ἡ ΑΖ· λέγω, ὅτι ἡ ὑπὸ ΒΑΓ γωνία δίχα τέτμηται ὑπὸ τῆς ΑΖ εὐθείας. 
     Ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ ΑΔ τῆι ΑΕ, κοινὴ δὲ ἡ ΑΖ, δύο δὴ αἱ ΔΑ, ΑΖ δυσὶ ταῖς ΕΑ, ΑΖ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέραι. καὶ βάσις ἡ ΔΖ βάσει τῆι ΕΖ ἴση ἐστίν· γωνία ἄρα ἡ ὑπὸ ΔΑΖ γωνίαι τῆι ὑπὸ ΕΑΖ ἴση ἐστίν. 
     Ἡ ἄρα δοθεῖσα γωνία εὐθύγραμμος ἡ ὑπὸ ΒΑΓ δίχα τέτμηται ὑπὸ τῆς ΑΖ εὐθείας· ὅπερ ἔδει ποιῆσαι.