Antiphon
floruit ca. 480 a. Chr. n.
Περὶ τῆς ἀληθείας
Fragmentum
Textus:Antiphon: Fragmenta,ed. L. Gernet, Paris: Les Belles Lettres, 1923
|
|
|
___________________________________________________
|
|
... Δικαιοσύνη πάντα τὰ τῆς πόλεως νόμιμα ἐν ἦι ἂν πολιτεύηταί τις μὴ παραβαίνειν· χρῶιτ´ ἂν οὖν ἄνθρωπος μάλιστα ἑαυτῶι ξυμφερόντως δικαιοσύνηι εἰ μετὰ μὲν μαρτύρων τοὺς νόμους μεγάλους ἄγοι· μονούμενος δὲ μαρτύρων, τὰ τῆς φύσεως· τὰ μὲν γὰρ τῶν νόμων ἐπίθετα, τὰ δὲ τῆς φύσεως ἀναγκαῖα· καὶ τὰ μὲν τῶν νόμων ὁμολογηθέντα, οὐ φύντ´ ἐστίν, τὰ δὲ τῆς φύςεως φύντα, οὐχ ὁμολογητά· τὰ οὖν νόμιμα παραβαίνων, ἦι ἂν λάθηι τοὺς ὁμολογήσαντας, καὶ αἰσχύνης καὶ ζημίας ἀπήλλακται, μὴ λαθὼν δ´ οὔ· τῶν δὲ τἦι φύσει ξυμφύτων ἐάν τι παρὰ τὸ δυνατὸν βιάζηται, ἐάν τε πάντας ἀνθρώπους λάθηι, οὐδὲν ἔλαττον κακόν, ἐάν τε πάντες ἴδωσιν, οὐδὲν μεῖζον· οὐ γὰρ διὰ δόξαν βλάπτεται, ἀλλὰ δι´ ἀληθείαν.Ἔστι δὲ πάντων ἕνεκα τούτων ἡ σκέψις, ὅτι τὰ πολλὰ τῶν κατὰ νόμον δικαίων πολεμίως τἦι φύςει κεῖται· νενομοθέτηται γὰρ ἐπί τε τοῖς ὀφθαλμοῖς ἃ δεῖ αὐτοὺς ὁρᾶν καὶ ἃ οὐ δεῖ, καὶ ἐπὶ τοῖς ὠσὶν ἃ δεῖ αὐτὰ ἀκούειν καὶ ἃ οὐ δεῖ, καὶ ἐπὶ τἦι γλώττηι ἅ τε δεῖ αὐτὴν λέγειν καὶ ἃ οὐ δεῖ, καὶ ἐπὶ ταῖς χερσὶν ἅ τε δεῖ αὐτὰς δρᾶν καὶ ἃ οὐ δεῖ, καὶ ἐπὶ τοῖς ποσὶν ἐφ´ ἅ τε δεῖ αὐτοὺς ἰέναι καὶ ἐφ´ ἃ οὐ δεῖ, καὶ ἐπὶ τῶι νῶι ὧν τε δεῖ αὐτὸν ἐπιθυμεῖν καὶ ὧν μή. Ἔστιν οὖν οὐδὲν τἦι φύσει φιλιώτερα οὐδ´ οἰκειότερα ἀφ´ ὧν οἱ νόμοι ἀποτρέπουσι τοὺς ἀνθρώπους ἢ ἐφ´ ἃ προτρέπουςιν· τὸ γὰρ ζῆν ἐστι τῆς φύσεως καὶ τὸ ἀποθανεῖν, καὶ τὸ μὲν ζῆν αὐτοῖς ἐστιν ἀπὸ τῶν ξυμφερόντων, τὸ δὲ ἀποθανεῖν ἀπὸ τῶν μὴ ξυμφερόντων· τὰ δὲ ξυμφέροντα, τὰ μὲν ὑπὸ τῶν νόμων κείμενα δεσμὰ τῆς φύσεως ἐστί, τὰ δ´ ὑπὸ τῆς φύσεως ἐλεύθερα· οὔκουν τὰ ἀλγύνοντα ὀρθῶι γε λόγωι ὀνίνησιν τὴν φύσιν μᾶλλον ἢ τὰ εὐφραίνοντα· οὔκουν ἂν οὐδὲ ξυμφέροντ´ εἴη τὰ λυποῦντα μᾶλλον ἢ τὰ ἥδοντα· τὰ γὰρ τῶι ἀληθεῖ ξυμφέροντα οὐ βλάπτειν δεῖ, ἀλλ´ ὠφελεῖν· τὰ τοίνυν τἦι φύσει ξυμφέροντα .τ...... Οἵτινες ἂν παθόντες ἀμύνωνται καὶ μὴ αὐτοὶ ἄρχωσι τοῦ δρᾶν, καὶ οἵτινες ἂν τοὺς γειναμένους, καὶ κακοὺς ὄντας εἰς αὐτοὺς, εὖ ποιῶσιν, καὶ οἳ κατόμνυσθαι διδόντες ἑτέροις, αὐτοὶ μὴ κατομνύμενοι, καὶ τούτων τῶν εἰρημένων πόλλ´ ἄν τις εὕροι πολέμια τἦι φύσει· ἔνι γε αὐτοῖς ἀλγύνεσθαί τε μᾶλλον, ἐξὸν ἥττω, καὶ ἐλάττω ἥδεσθαι, ἐξὸν πλείω, καὶ κακῶς πάσχειν, ἐξὸν μὴ πάσχειν· εἰ μὲν οὖν τις τοῖς τοιαῦτα προϊεμένοις ἐπικούρησις ἐγίγνετο παρὰ τῶν νόμων, τοῖς δὲ μὴ προϊεμένοις, ἀλλ´ ἐναντιουμένοις, ἐλάττωσις, οὐκ ἀνωφελὲς ἂν ἦν τοῖς νόμοις πείθεσθαι· νῦν δὲ φαίνεται τοῖς προσιεμένοις τὰ τοιαῦτα τὸ ἐκ νόμου δίκαιον οὐχ ἱκανὸν ἐπικουρεῖν, ὅ γε πρῶτον μὲν ἐπιτρέπει τῶι πάσχοντι παθεῖν καὶ τῶι δρῶντι δρᾶσαι, καὶ οὔτε ἐνθαῦτα διεκώλυε τὸν πάσχοντα μὴ παθεῖν οὐδὲ τὸν δρῶντα δρᾶσαι, εἴς τε τὴν τιμωρίαν ἀναφερόμενον οὐδὲν ἰδιώτερον ἐπὶ τῶι πεπονθότι ἢ τῶι δεδρακότι ..... ταῦτα δὲ καταλείπεται καὶ τῶι δράσαντι ἀρνεῖσθαι |
|