|
|
-
- Σ τ ο ι χ ε ῖ α
Β ι β λ ί ο ν αʹ
Κ ο ι ν α ὶ ἔ ν ν ο ι α ι
- __________________________________________________
- αʹ
Τὰ τῶι αὐτῶι ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα.
βʹ
Καὶ ἐὰν ἴσοις ἴσα προστεθῆι, τὰ ὅλα ἐστὶν ἴσα.
γʹ
Καὶ ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῆι, τὰ καταλειπόμενά ἐστιν ἴσα.
δʹ
[Καὶ ἐὰν ἀνίσοις ἴσα προστεθῆι, τὰ ὅλα ἐστὶν ἄνισα.]
εʹ
[Καὶ τὰ τοῦ αὐτοῦ διπλάσια ἴσα ἀλλήλοις ἐστίν.]
ςʹ
[Καὶ τὰ τοῦ αὐτοῦ ἡμίση ἴσα ἀλλήλοις ἐστίν.]
ζʹ
Καὶ τὰ ἐφαρμόζοντα ἐπ' ἄλληλα ἴσα ἀλλήλοις ἐστίν.
ηʹ
Καὶ τὸ ὅλον τοῦ μέρους μεῖζον [ἐστιν].
θʹ
Καὶ δύο εὐθεῖαι χωρίον οὐ περιέχουσιν.
|
|