B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Eukleides
floruit ca. 300 a. Chr. n.
     
   


Σ τ ο ι χ ε ῖ α

Β ι β λ ί ο ν  αʹ
Π ρ ο β λ ή μ α τ α   κ α ὶ
Θ ε ω ρ ή μ α τ α


__________________________________________________


     βʹ   Π ρ ό β λ η μ α
     Πρὸς τῶι δοθέντι σημείωι τῆι δοθείσηι
     εὐθείαι ἴσην εὐθεῖαν θέσθαι. 



     Ἔστω τὸ μὲν δοθὲν σημεῖον τὸ Α, ἡ δὲ δοθεῖσα εὐθεῖα ἡ ΒΓ· δεῖ δὴ πρὸς τῶι Α σημείωι τῆι δοθείσηι εὐθείαι τῆι ΒΓ ἴσην εὐθεῖαν θέσθαι. 
     Ἐπεζεύχθω γὰρ ἀπὸ τοῦ Α σημείου ἐπὶ τὸ Β σημεῖον εὐθεῖα ἡ ΑΒ, καὶ συνεστάτω ἐπ' αὐτῆς τρίγωνον ἰσόπλευρον τὸ ΔΑΒ, καὶ ἐκβεβλήσθωσαν ἐπ' εὐθείας ταῖς ΔΑ, ΔΒ εὐθεῖαι αἱ ΑΕ, ΒΖ, καὶ κέντρωι μὲν τῶι Β διαστήματι δὲ τῶι ΒΓ κύκλος γεγράφθω ὁ ΓΗΘ, καὶ πάλιν κέντρωι τῶι Δ καὶ διαστήματι τῶι ΔΗ κύκλος γεγράφθω ὁ ΗΚΛ. 
     Ἐπεὶ οὖν τὸ Β σημεῖον κέντρον ἐστὶ τοῦ ΓΗΘ κύκλου, ἴση ἐστὶν ἡ ΒΓ τῆι ΒΗ. πάλιν, ἐπεὶ τὸ Δ σημεῖον κέντρον ἐστὶ τοῦ ΚΛΗ κύκλου, ἴση ἐστὶν ἡ ΔΛ τῆι ΔΗ, ὧν ἡ ΔΑ τῆι ΔΒ ἴση ἐστίν. λοιπὴ ἄρα ἡ ΑΛ λοιπῆι τῆι ΒΗ ἐστὶν ἴση. ἐδείχθη δὲ καὶ ἡ ΒΓ τῆι ΒΗ ἴση· ἑκατέρα ἄρα τῶν ΑΛ, ΒΓ τῆι ΒΗ ἐστὶν ἴση. τὰ δὲ τῶι αὐτῶι ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα· καὶ ἡ ΑΛ ἄρα τῆι ΒΓ ἐστὶν ἴση. 
     Πρὸς ἄρα τῶι δοθέντι σημείωι τῶι Α τῆι δοθείσηι εὐθείαι τῆι ΒΓ ἴση εὐθεῖα κεῖται ἡ ΑΛ· ὅπερ ἔδει ποιῆσαι.